παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς. τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία. πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ 0 τοὺς Τυρσηνούς· οἱ δὲ—ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά—ἀντανάγονταί σφισιν ἴσαις ναυσί. ταύτας τε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.