τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ· πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, 0 ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπʼ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν· οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.