συνθείς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν. χωρὶς δὲ ἠπίστατο δή που καὶ Λυσίμαχος οὐ Πύρρου σφᾶς προγόνους μόνον ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας· καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης τε ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός, ἥ τε ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ καὶ πολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι. τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμάχειαν ἀντʼ αὐτῆς ᾤκισεν ἐπὶ τῷ ἰσθμῷ τῆς Θρᾳκίας χερρονήσου.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.