ἐπεκράτησεν, ὀλίγου μὲν ἦλθεν ἑλεῖν αὐτοβοεὶ τὴν πόλιν, δῃώσας δὲ τὴν γῆν καὶ λείαν ἐλάσας μικρὸν ἡσύχαζεν. οἱ δὲ ἐς πολιορκίαν εὐτρεπίζοντο, πρότερον ἔτι τῆς Σπάρτης ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Δημήτριον τάφροις τε βαθείαις καὶ σταυροῖς τετειχισμένης ἰσχυροῖς, τὰ δὲ ἐπιμαχώτατα καὶ οἰκοδομήμασιν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.