ἐστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου,
〈καὶ〉 φέρει 〈πόρους ἑκάστωι〉 περὶ βίου καὶ τᾶς τρσφᾶς.
ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος,
ἑκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὔρεν, ὁ δὲ θεὸς τοπάν.
Fragmenta. Epicharmus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.