καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί
κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ,
ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δὲ θην ὑί.
(17)
καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὑτὸς Ἐ. ἠγνόει τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κὰκ τούτων ἐν οἰς τὸν ζηλώσοντα προμαντεύεται·Fragmenta. Epicharmus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.