(14)
— ἆρ’ ἔστιν αὔλησίς τι πραγμα; — πάνυ μὲν οὖν.
ἄνθρωπος οὖν αὔλησίς ἔστην — οὐθαμῶς.
— φέρ(ε) ἴδω, τί δ’ αὐλητάς, τίς εἶμὲν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ, — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς
οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τάγαθοθ; τὸ μὲν
ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ’ αὔθ’· ὅστις δὲ κα
εἰδῆι μαθών τῆν(ο), ἀγαθὸς ἦδη γίγνεται.
ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὃ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.
(15)
Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaedon p. 96B] φησίν, εἶπερ ἔστι μνήμη, τὰς ἰδέας ἂν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ῾τίνα γὰρ ἄν τρόπον, φησί. διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώς〉 τε καὶ τροφῆς, ὁποία τίς ἐστν αὐτοὶς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἑστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται’. πῶς οὖν ὀ Ἐ.,Fragmenta. Epicharmus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.