τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
— ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
— πῶς δέ κα; μὴ ἔχον γ’ ἀπὸ τίνος μηδ’ ἐς ὃ τι πρᾶτον μόλοι.
— οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον
τῶνδέ τ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς.
Fragmenta. Epicharmus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.