(4)
κατταυτὰ δὲ καὶ ἀὴρ ἐπιτάδειος θάλπους καὶ ῥίγους ἔχων τὰν συμμετρίαν, καὶ οἴκησις δὲ μήτε ἄγαν περιπνεομένα μήτε ἄγαν κατάστεγνος. οὐ μὰν ἀλλὰ καὶ ὕδωρ μήτε ἀπόσκληρον μήτε εὐπαράγωγον, καὶ στρωμνὰ δὲ οὐ τραχεῖα, ἀλλὰ προσπίπτουσα τῷ χρωτὶ εὐαρμόστως· ἐν πᾶσι γὰρ τούτοις τὸ οἰκεῖον ἁ φύσις ἐπιποθεῖ, ἀλλ’ οὐ τὸ πολυτελές. ταύτας μὲν ὦν ἐπὶ τῶ παρόντος οὐκ ἀχρεῖον ὑπογράψαι τοι τὰς ἐλπίδας ἐκ τροφᾶς καττὸ ὑφαγεόμενον γινομένας, θεῶ δὲ συλλαμβάνοντος ὑπὲρ τᾶς ἀγωγᾶς τῶ παιδὸς αὖθις τὰς ἐνδεχομένας καὶ ποτεοικυίας κομιοῦμες ὑπομνάσεις.Epistula ad Phyllidem. Myia. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.