θ’. Περὶ θανάτου ποιότητος.
ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ 2 3 τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον.
ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων
τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν.
καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδροπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται·
καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν ἢ δυσωδίαν ἐπισυμπίπτουσιν·
καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·
καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων, καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος 6 συνίσταται.
φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπισφαλέστερον ποιῆσαι τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ ἐπισήμοις,
ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ καὶ τὴν 7 σελήνην ἢ καὶ ἀμφότερα τά φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν
ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιούς περιεχόντων ζῳδίων.
ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις 8 ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας - δὲ ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ
δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὅφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν ἰοβόλων ἀποθνησκοντας,
τῆς σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ ἡλίου τῷ τοῦ Ἄρεως ὑπὸ συμπτώσεων καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσουρανῶσιν
ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. 9
διὰ γυναῖκας δὲ ἢ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούρ- 10 11 γων ἀπολλυμένους, ἐπὶ δὲ τῶν μελεοκοπουμένων καὶ 12 ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ Περσέως ἀποκεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν καὶ σπασμοῖς ἀποθνῄσκοντας,
περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρμάτων ἀποθνῄσκοντας.
κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων· συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν
τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετι- 13 κοῦ τόπου τυχόντα γινομένης ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποῖον ἢ κατὰ τὸ πόσον ἀποτελουμένων,
ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τά ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι, 14 15 γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων έν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, μάλισθ’ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.