γ’. Ὅτι καὶ ὠφέλιμος.
προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ 1
καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητάς, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ- 2 3 σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας), σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον.
διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’
ἢν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί;
καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περιποιητική. ἀλλ᾿ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος.
5
δεῖ σκοπεῖν,
καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι·
μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμένης, ἀλλ’ ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ’ εἰμαρμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ’ εἱμαρμένην φυσικὴν καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατ’ ἐπακολούθησιν,
ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους 8 τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων λοιμῶν
ἢ κατακλυσμῶν κατά πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας.
καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ- 9 10 τον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη, ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσαντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δι’
ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην.
καὶ τά τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα 12 τὰ ποιητικὰ τυγχάνειν ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ
τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν ἰατρῶν, ὅσοι δυνατοὶ σὴμειοῦσθαι τὰ παθήματα, προγινώσκουσι τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα βοήθειαν.
κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν, τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ 13 14 τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκει·
πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴνῆ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ’ εἱμαρμένην ἀντεπάθησεν,
οὕτως καὶ ἐπ’ ἐκείνων ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ’
εἱμαρμένηνῆ ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται. 15
ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν
δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ 16 17 ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης
σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ- γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων — ἐπὶ 18 δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως,
ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ 19 ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψώξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τά ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν
αὔξοντα τοῦ θερμοῦ.
τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων 20 21 παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων.
καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει.
πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια 22 καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα.
φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων,
ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων,
ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως 23 συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν.
εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ· 25 ρανίων περὶ αὐτὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.