καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς 1 δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων
ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν προσώπων.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.