ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως 1 δέ, κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι·
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.