περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους 1
ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις 2 3 συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.