περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ
χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν
τῶν πραγμάτων.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.