κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ 1 ποτὲ τὸν μὲν έν Αἰθιοπίᾳ γεννώμενον φέρε εἰπεῖν λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν τὸν Γαλάτην μελάγχροα ἢ οὐλοκέφαλον, ἢ τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν καὶ φιλολόγους ἢ φιλοθεωρούς, τοὺς 2 3 δὲ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους, ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων λόγου χάριν τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ, καὶ ὅλως προδιαλαμβάνειν
τὰς καθόλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν·
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.