ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ
ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας 1 εἴκοσι ὀκτώ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γάρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων 2 τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.