σιωπῆς. ἡ δὲ διαστηματικὴ κίνησις τῆς φωνῆς ἐναντίως κινεῖται τῇ συνεχεῖ· μονάς τε γὰρ ποιεῖ καὶ τὰς μεταξὺ τούτων διαστάσεις, ἐναλλὰξ αὐτῶν ἑκάτερον τιθεῖσα. τὰς μὲν οὖν μονὰς τάσεις καλοῦμεν, τὰς δὲ μεταβάσεις τὰς ἀπὸ τάσεων ἐπὶ τάσεις διαστήματα. τὰ
1 2 δὲ ποιοῦντα τὴν τῶν τάσεων διαφορὰν ἐπίτασίς ἐστι καὶ ἄνεσις, ἀποτέλεσμα δὲ τούτων ὀξύτης καὶ βαρύτης. τὸ μὲν γὰρ διʼ ἐπιτάσεως γινόμενον εἰς ὀξύτητα ἄγει, τὸ δὲ διʼ ἀνέσεως εἰς βαρύτητα. καὶ ὀξύτης μὲν οὖν
ἐστι τὸ διʼ ἐπιτάσεως γινόμενον ἀποτέλεσμα, βαρύτης δὲ τὸ διʼ ἀνέσεως. ἀμφοῖν γὰρ συμβέβηκε τὸ τετάσθαι. καλοῦνται δὲ αἱ τάσεις καὶ φθόγγοι· τάσεις μὲν ἀπὸ τῶν καθαπτῶν ὀργάνων παρὰ τὸ τετάσθαι, φθόγγοι δὲ, ἐπεὶ ὑπὸ φωνῆς ἐνεργοῦνται. (p. 3 M.)
φθόγγοι δέ εἰσι τῇ μὲν τάσει ἄπειροι, τῇ δὲ δυνάμει καθʼ ἕκαστον γένος δεκαοκτώ.
Introductio Harmonica. Cleonides. ed. Karl von Jan. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.