ΠΟΛΙΤΕΙΑ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ.
32.
[23 Bach, 1 Müller FHG. II 68]
CLEM. Str. VI 9 II 438, 12 St. πάλιν Εὐριπίδου ποιήσαντος ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες [fr. 525, 4. 5] , Κ. γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα, καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.Fragmenta. Critias. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.