15.
[659 N.]
STOB. II 8, 12. IV 20, II, 61 Εὐριπίδου Ῥαδάμανθυς·ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
τῶι δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις.
ἄλλωι δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι.
οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρηίζω τυχεῖν,
δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.
Fragmenta. Critias. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.