1.
[7 Bach fr. (1827), 7 Crusius Anth. lyr. p. 134 ff.]
ATH. XIII p. 600 E [Eros] ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε·ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὔτε θανεῖται,
ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν
παῖς διαπομπεύηι, προπόσεις ἐπὶ δεξιὰ νωμῶν,
παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.
Fragmenta. Critias. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.