δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων
παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς 1 αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν
θεόν.
Acta Joannis (recensio). Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.