καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γλιλαῖος; ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ὑμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀνθρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς
τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασλεὺς Ῥωμαίων· δεῦρο, πορεύθητι μεθʼ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δέξαγειτόνων μενος ταχέως ἀναστὰς καὶ λαβὼν τὸ πάλλιον αὐτοῦ ἔθηκεν ἐν αὐτῷ φοίνικας ὡσεὶ χεῖρας δύο· καὶ ἐξελθὼν λέγει αὐτοῖς· Δεῦτε καὶ πορευθῶμεν.
Acta Joannis (recensio). Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.