Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υὑοῦ καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δ΄ βαπτίζοντες καὶ καταρτίζοντες
ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν.
Acta Joannis (recensio). Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.