1 κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου πάντων συνηγμένων ἑἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν κύριόν μου πορεύεσθα, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Κριστοῦ· καὶ ἃ εἴδετε παῤ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε
μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε ὅσας δι᾿ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας, δωρεὰς ἰαμάτων·
Acta Joannis (recensio). Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.