τὸ ὄρος τῶν ἐλαιῶν κλαίων ἐπὶ τῷ συμβεβηκότι. καὶ ὅτε τῷ ἀρουβάτῳ ἀπεκρεμάσθη, ὥρας ἕκτης ἡμερινῆς σκότος ἐφʼ ὅλης τῆς γῆς ἐγεγόνει. καὶ στὰς ὁ κύριός μου ἐν μέσῳ τοῦ σπηλαίου καὶ φωτίσας αὐτὸ εἶπεν· Ἰωάννη, τῷ κάτω ὄχλῳ ἐν Ἱεροσολύμοις σταυροῦμαι καὶ λόγχαις νύσσομαι καὶ καλάμοις καὶ
ὄξος τε καὶ χολὴν ποτίζομαι. σοὶ δὲ λαλῶ καὶ ὃ λαλῶ ἄκουσον. ἐγώ σοι ὑπέβαλον ἀνελθεν εἰς τοῦτο τὸ ὄρος ὅπως ἀκούσῃς ἃ δεῒ μαθητὴν παρὰ διδασκάλου μανθάνει καὶ ἄνθρωπον παρὰ θεοῦ.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.