3 4 Ἀμήν. Ἀκούειν θέλω καὶ ἀκούεσθαι θέλω. Ἀμήν. Νοηθῆναι θέλω νοῦς ὢν ὅλος. Ἀμήν. Λούσασθαι θέλω καὶ λούειν θέλω. Ἀμήν. Ἡ χάρις χορεύει· αὐλῦσαι θέλω· ὀρχήσασθε πάντες. Ἀμήν. Θρηνῆσαι θέλω· κόψασθε πάντες. Ἀμήν. Ὀγδοὰς
μία ὑμῖν συμψάλλει. Ἀμήν. Ὁ δωδέκατος ἀριθμὸς ἄνω χορεύει. Ἀμήν. Τῷ δὲ ὅλων ὦ χορεύειν ὑπάρχει. Ἀμήν. Ὁ μὴ χορεύων τὸ γινόμενον ἀγνοεῖ. Ἀμήν. Φυγεῖν θέλω καὶ μένειν θέλω. Ἀμήν. Κοσμεῖν θέλω καὶ κοσμὰς θέλω. Ἀμήν. Ἑνωθῆναι θέλω καὶ νῶσαι θέλω. Ἀμήν. Οἶκον οὐκ ἔχω καὶ
οἴκους ἔχω. Ἀμήν. Τόπον οὐκ ἔχοι καὶ τόπους ἔχω. Ἀμήν. Ναὸν οὐκ ἔχω καὶ ναοὺς ἔχω. Ἀμήν. Λύχνος εἰμί σοι τῷ βλέποντί με. Ἀμήν. Ἔσοπτρόν εἰμί σοι τῷ νοοῦντί με. Ἀμήν. Θύρα εἰμί σοι κρούοντί με. Ἀμήν. Ὁδός εἰμί σοι παροδίτῃ.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.