αὐτὸν κρατῆσαι ἐν ὑλώδει καὶ παχεῖ σώματι προσέβαλλον· ἄλλοτε δέ ποτε πάλιν ψηλαφῶντός μου αὐτὸν ἄυλον ἦν καὶ ἀσώματον τὸ ὑποκείμενον καὶ ὡς μηδὲ ὅλως ὄν. (8) εἰ δὲ ὑπό τινός ποτε τῶν φαρισαίων κληθεὶς εἰς κλῆσιν ἐπορεύετο, συναπῄειμεν αὐτῷ· καὶ ἑκάστῳ παρετίθετο ἄρτος εἷς ὑπὸ 2 3 τῶν κεκληκότων, ἐν οἷς καὶ αὐτὸς ἐλάμβανεν ἕνα· τὸν δὲ αὐτοῦ εὐλογῶν διεμέριζεν ἡμῖν· καὶ ἐκ τοῦ βραχέος ἕκαστος ἐχορτάζετο καὶ οἱ ἡμῶν ἄρτοι ὁλόκληροι ἐφυλάσσοντο, ὥστε ἐκπλήττεσθαι τοὺς καλοῦντας αὐτόν. | (9) ἐβουλόμην δὲ πολλάκις σὺν 4 αὐτῷ βαδίζων ἴχνος αὐτοῦ ἐπὶ τῆς γῆς ἰδεῖν εἰ φαίνεται·
ἑώρων γὰρ αὐτὸν ἀπὸ τῆς γῆς ἑαυτὸν ἐπαίροντα· καὶ οὐδέποτε εἶδον. (10) καὶ ταῦτα ὑμῖν ἔτι ὥσπερ προτροπῆς ἕνεκεν ἀδελφοὶ τῆς ἐπʼ αὐτὸν πίστεως ὁμιλῶ· τὰ γὰρ μεγαλεῖα αὐτοῦ καὶ θαυμάσια τὸ νῦν σεσιγήσθω, ἄρρητα ὄντα καὶ τάχα οὐ δυνάμενα οὔτε λέγεσθαι οὔτε ἀκούεσθαι. |
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.