ἄκαρπον πυρὸς γέμον· ὢ ξύλον τὸν καρπὸν ἄνθρακα γέμον· ὢ ὕλη ὑλομανίας σύνοικε καὶ ἀπιστίας γεῖτον· ἤλεγξας τίς εἶ καὶ ἐλέγχῃ ἀεὶ ἅμα τοῖς σοῖς τέκνοις· καὶ τὸ δύνασθαι δοξάζειν τὸ κρεῖττον οὐκ οἶδας· οὐ γὰρ ἔχεις. τοιγαροῦν οἵα ἡ ὀδός σου τοιαύτη καὶ ῥίζα καὶ ἡ φύσις, καταργήθητι
ἀπὸ τῶν ἐλπιζόντων πρὸς κύριον· ἀπὸ ἐννοιῶν αὐτῶν· ἀπὸ τοῖ νοός· ἀπὸ τῶν ψυχῶν· ἀπὸ τῶν σωμάτων· ἀπὸ πράξεως· ἀπὸ βίου· ἀπὸ ἀναστροφῆς· ἀπὸ ἀπωλείας· ἀπὸ ἐπιτηδεύματος· ἀπὸ συμβουλίας· ἀπὸ ἀναστάσεως τῆς πρὸς θεόν· ἀπὸ εὐωδίας ἧς κοινωνεῖν μέλλεις· ἀπὸ νηστειῶν· ἀπὸ δεήσεων·
ἀπὸ λουτροῦ ἁγίου· ἀπὸ εὐχαριστίας· ἀπὸ τροφῆς σαρκός· ἀπὸ πότου· ἀπὸ ἐνδύματος· ἀπὸ ἀγάπης· ἀπὸ ἀκηδίας· ἀπὸ ἐγκρατείας· ἀπὸ δικαιοσύνης· ἀπὸ πάντων σε τούτων ἀνοσιώτατε καὶ θεοῦ ἐχθρὲ Σατανᾶ καταργήσει σε Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν καὶ τῶν ὁμοίων σου τῶν ἐχόντων σου τὸν
τρόπον.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.