βραχὺ κατορθωσάτω ὅπερ ἀπεκόμισεν λυπουμένη Δρουσιανὴ τοῦ Καλλιμάχου ἕνεκεν, δόξασα αὐτὸν σκάνδαλον γεγενῆσθαι· καὶ ὁπότε ὁ κύριος θέλει παραλήψεται αὐτήν. Καὶ ὁ Ἰωάννης μὴ μελλήσας προσελθὼν τῷ τάφῳ αὐτῆς καὶ τῆς χειρὸς κρατήσας ἔφη· Τὸν μόνον θεόν σε ὄντα ἐπικαλοῦμαι τὸν ὑπερμεγέθη,
τὸν ἄφραστον, τὸν ἀκατάληπτον· ᾧ πᾶσα δύναμις ἀρχοντικὴ ὑποτέτακται· πᾶσα ἐξουσία ἔκλινεν· ᾧ πᾶσα ἀλαζονεία προπεσοῦσα ἡσυχάζει· ὃν δαίμονες ἀκούοντες φρίττουσιν· τουσιν· ὃν ἡ κτίσις ὅλη καταμαθοῦσα μετριάζει· δοξασθήτω σου τὸ ὄνομα ὑφʼ ἡμῶν, καὶ ἀνέγειρον Φρουσιανήν, ὅπως μᾶλλον
Καλλίμαχος ἐπιστηριχθῇ οἰκονομήσαντι ἀνθρώποις μὲν ἄπορον καὶ ἀδύνατον, σωτηρίαν καὶ ἀνάστασιν, σοὶ δὲ μόνῳ δυνατόν, καὶ ἡ Δρουσιανὴ ἴδῃ ὅπως ἡ ἀναπεπαυμένη, τοῦ νεανίσκου ἐπιστρέψαντος ἐμπόδιον μεθ᾿ ἑαυτῦς μηδὲ τὸ βραχύτατον ἐπικομίζουσα ἐπιγενομένη πρὸς σέ.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.