ἐπίτροπον ὄντα φιλάργυρον ὠνεῖται χρήμασιν ἱκανοῖς· ὅστις ἀνοίξας τὸν τάφον Δρουσιανῆς ἐπέτρεψε διαπράξασθαι τὸ ἀπηγορευμένον εἰς νεκρὸν σῶμα. μὴ ἐπιτυγχάνων αὐτῆς ζώσης μετὰ θάνατον τῷ σώματι προσλιπαρῶν ἀπεκρίνατο· Εἰ καὶ ζῶσα οὐκ ἠκολούθεις μοι κοινωνῆσαι, μετὰ
θάνατον νεκράν σε οὖσαν ἐνυβρίσω. Τοῦτο οὖν ἐνθυμούμενος, καὶ κατασκευάσας ἑαυτῷ τὴν διὰ τοῦ μιαροῦ ἐπιτρόπου ἀσέβειαν, εἰσεπήδησεν εἰς τὸ μνῆμα σὺν ἐκείνῳ ἅμα· καὶ ἀνοίξαντες τὴν θύραν ἤρξαντο ἀποδύειν τοῦ πτώματος τὰ ἐντάφια λέγοντες· Τί ὠφέλησας ταλαίπωρε Δρουσιανή; τοῦτο
ζῶσα πεποιηκέναι οὐκ ἠδύνασο, ὁ τάχα ἂν οὐδέν σε ἐλύπησεν ἑκοῦσαν τοῦτο ποιησαμένην;
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.