εἶπεν· Ἐπειδὴ εὐγνωμονήσατε φυλάξαντές μου τὸ ἐπιτίμιον, ἔλθετε εἰς τὸν τόπον ὑμῶν. Καὶ εἰπόντος τοῦτο καὶ ἀναστάντος ἐκ τοῦ κραββάτου οἱ κόρεις δρομαῖοι ἀπὸ τῆς θύρας ἔσπευδον εἰς τὸν κράββατον καὶ διὰ τῶν αὐτοῦ ποδῶν ἀνελθόντες εἰς τὰς ἁρμογὰς ἀφανεῖς ἐγένοντο. καὶ ὁ Ἰωάννης
πάλιν ἔφη· Τὸ μὲν ζῷον τοῦτο φωνὴν ἀνθρώπου ἀκοῦσαν ἔμεινε παῤ ἑαυτῷ ἠρεμῆσαν καὶ μὴ παραβάν· ἡμεῖς δὲ φωνὴν θεοῦ ἀκούοντες καὶ ἐντολῶν παρακούομεν καὶ ῥᾳθυμοῦμεν· καὶ μέχρι πότε;
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.