ἔργον καὶ τὸ ἀφελεῖν τὰ ἄκαιρα ἐποίησεν. ἔδει δέ σε οὐχὶ τοὺς τόπους ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν, ἥτις διὰ τῶν μορίων ἐκείνων ἐδείκνυτο χαλεπαίνουσα· οὐ γὰρ τὰ ὄργανά ἐστι βλαπτικὰ τῷ ἀνθρώπῳ ἀλλʼ αἱ ἀφανεῖς πηγαὶ διʼ ὧν πᾶσα κίνησις αἰσχρὰ κινεῖται καὶ εἰς τὸ φανερὸν πρόεισιν. μετεγνωκὼς
οὖν τέκνον ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ καὶ καταμαθὼν τὰς τοῦ Σατανᾶ τέχνας ἔχεις τὸν θεὸν βοηθοῦντά σοι εἰς πάντα τὰ τῆς ψυχῆς σου ἐγχειρίζοντα. Ὁ δὲ νεανίσκος ἡσυχάζων προσεκαρτέρει μετεγνωκὼς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὅπως ἀφέσεως τύχῃ παρὰ τῆς τοῦ θεοῦ χρηστότητος· καὶ οὐκ ἐχωρίζετο
τοῦ Ἰωάννου.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.