λαβόμενος εἶπεν· Οὐκ ἔστι μέγας ἀνδρὶ μεγάλων μυστηρίων κρατούντων ἔτι ἐν τοῖς μικροῖς κατατρίβεσθαι. ἢ τί μέγα νόσοις νόσους σωματικὰς ἀπαλλάττεσθαι; Καὶ ἔτι τὸν νεανίσκον ἐκ τῆς χειρὸς κρατῶν ἔφη· Σοὶ λέγω τέκνον, πορευθεὶς αὐτὸς τὸν τεθνεῶτα ἔγειρον μηδὲν εἰπὼν ἢ τοῦτο μόνον· Λέγει
σοι ὁ τοῦ θεοῦ δοῦλος Ἰωάννης· Ἀνάστα. Ὁ δὲ νιανίσκος πορευθεὶς ἐπὶ τὸν ἴδιον συγγενῆ μόνον τοῦτο εἰπὼν συνόντος αὐτοῦ ὄχλου πολλοῦ, ἔχων αὐτὸν ζῶντα εἰσῆλθεν εἰς 1 2 τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν ἐγηγερμένον εἶπε· Νῦν ἀναστὰς οὐ ζῇς ὄντως οὐδὲ τῆς ἀληθινῆς ζωῆς κοινωνὸς καὶ κληρονόμος· βούλει γενέσθαι οὗ ὀνόματι καὶ δυνάμει ἀνέστης; καὶ νῦν πίστευσον, καὶ ζήσεις εἰς ἅπαντας αἰῶνας. Ὃ δὲ αὐτόθε πιστεύσας ἐπὶ τὸν κύριον Ἰησοῦν ἦν λοιπὸν προσκαρτερῶν τῷ Ἰωάννῃ.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.