Ἰωάννου θεὸν μόνον οἴδαμεν, ὃν καὶ λοιπὸν προσκυνοῦμεν ἐλεηθέντες ὑπʼ αὐτοῦ. Καὶ καταβαίνοντος ἐκεῖθεν τοῦ Ἰωάννου πολὺ πλῆθος αὐτοῦ ἥπτετο λέγοντες· Βοήθησον ἡμῖν Ἰωάννη· παράστα ἡμῖν ἀπολλυμένοις ματαίοις. ὁρᾷς τὴν προαίρεσιν· ὁρᾷς τὸν ἀκολουθοῦντά σοι ὄχλον ἀποκρεμάμενον
ἐλπίδι τῇ πρὸς τὸν θεόν σου· εἴδομεν τὴν ὁδὸν ἣν ἐπλανήθημεν 1 2 ἀπολέσαντες· εἴδομεν τοὺς θεοὺς ἡμῶν ματαίως ἱδραμένους· εἴδομεν τὸν ἐν αὐτοῖς πολὺν καὶ αἰσχρὸν καταγέλωτα. ἀλλ᾿ ἐπίτρεπε ἡμῖν, δεόμεθά σου, παραγενομένοις εἰς τὴν οἰκίαν βοηθεῖσθαι ἀκωλύτως. δέχου ἡμᾶς τοὺς ἐν ἀπορίᾳ γεγονότας.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.