ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε διʼ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες
Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδωλεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀνθρωπίνων λογισμῶν. ἰδσὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο
ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν ὑμῶν πάντας ὑμᾶς θαναταώσω.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.