γενέσθαι. ἀπέσταλμαι οὖν ἀποστολὴν οὐκ ἀνθρωπίνην οὐδὲ ἀποδημίαν ματαίαν· οὐδὲ τις ἔμπορος τυγχάνω ἀντιπράσεις ποιούμενος ἢ ἀντικαταλλαγάς, ἀλλʼ ὑμᾶς ὅλους ἐπιστρέφων ἀπιστίᾳ κεκρατημένους καὶ ἐπιθυμίαις αἰσχραῖς πεπραμένους ὃν κηρύσσω Ἰησοῦν Χριστὸν εὔσπλαγχνος ὢν καὶ χρηστὸς
βούλεται διʼ ἐμοῦ τῆς πλάνης ὑμᾶς ἐξελέσθαι· οὗ δυνάμει καὶ τὴν τοῦ στρατηγοῦ ὑμῶν ἀπιστίαν ἐλέγξω τὰς ἔμπροσθεν ἡμῶν κατακειμένας ἀνιστῶν, ἃς πάντες ὁρᾶτε ἐν οἵῳ δὴ καὶ ἐν ποίοις νόσοις ὑπάρχετε· καὶ οὐκ ἔστι μοι νῦν τοῦτο ὀλυσμένων αὐτῶν καὶ θεραπείαις συναρεθήσονται.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.