φίλον εὐφυῆ ἔχων ζωγράφον δρομαῖος ἐπʼ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ὁρᾷς ἐμὲ αὐτὸν ἐσκυλμένον πρὸς σέ· ἐλθὲ ταχέως εἰς τὴν οἰκίαν, καὶ ὃν ὑποδείκνυμί σοι τοῦτον γράψον μή ἐπισταμένου αὐτοῦ. Καὶ ὁ ζωγράφος ἐπιδούς τινι τα ἑαυτοῦ ἐπιτήδεια ἐργαλεῖα καὶ χρώματα εἶπε τῷ Λυκομήδῃ·
Ὑπόδειξόν μοι αὐτὸν καὶ τοῦ λοιποῦ ἕσο ἀφρόντιστος. Καὶ ὁ Λυκομήδης δείξας τὸν Ἰωάννην τῷ ζωγράφῳ καὶ ἐγγίσας καὶ συγκλείσας εἴς τινα οἶκον ἀφʼ οὗ ἑωρᾶτο ὁ τοῦ Χριστοῦ ἀπόστολος· συνῆν δὲ ὁ Λυκομήδης τῷ μακαρίῳ εὐωχούμενος τῇ πίστει καὶ τῇ γνώσει τοῦ θεοῦ ἡμῶν, ἐπὶ πλεῖον δὲ ἠγαλλιάσατο
ὅτι ἐν εἰκόνι ἤμλλεν αὐτὸν ἔχει.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.