ἕνεκα, ἔπασχε τῇ φωνῇ καὶ τοῖς ὀδοῦσιν ἔτριζε καὶ τὴν γλῶσσαν ἀπέδακνε καὶ τοὺς ὀφθαλμοὺς καμμύουσα δάκρυα προσέβρεχε· καὶ ἠρέμα τῷ ἀποστόλῳ προσεῖχεν. ὁ δὲ Ἰωάννης σπλαγχνισθεὶς ἐπὶ τῇ Κλεοπάτρᾳ ὡς εἶδεν αὐτὴν μὴ μανεῖσαν μηδὲ ἐκστᾶσαν, ἐκάλεσε τὰ τέλεα σπλάγχνα καὶ ἀνυπερήφανα,
εἶπε· Κύριε Ἰησοῦ Χριστέ, ὁρᾷς τὸ συνέχον· ὁρᾷς τὴν ἀνάγκην· ὁρᾷς Κλεοπάτραν ἐκβοῶσα τὴν ψυχὴν διὰ τοῦ σιγᾶν· συνέχει γὰρ ἐν ἑαυτῇ τὴν ἀφόρητον μανίαν· ἐπίσταμαι δὲ ὅτι ἕνεκεν τοῦ Λυκομήδους καὶ αὐτὴν ἐπαποθανουμένην. Ἣ δὲ ἠρέμα εἶπε πρὸς Ἰωάννην· Τοῦτο σκέπτομαι δέσποτα καὶ οὐχ ἕτερον.
Καὶ προσελθὼν τῷ κλινιδίῳ ὁ ἀπόστολος ἐφʼ οὖ ὁ Λυκομήδης ἔκειτο καὶ λαβόμενος τῆς χειρὸς Κλεοπάτρας ἔφη· Κλεοπάτρα, διὰ τὸν παρεστῶτα ὄχλον καὶ τοὺς ἐπεισελθόντας συγγενεῖς σου μετὰ κραυγῆς ἰσχυρᾶς εἶπόν σου τῷ ἀνδρί· Ἀναστὰς δόξασον τοῦ θεοῦ τὸ ὄνομα, ὅτι νεκροὺς νεκροῖς χαρίζεται.
Ἣ δὲ προσελθοῦσα καὶ εἰποῦσα τῷ ἀνδρὶ αὐτῆς καθʼ ἃ ἐδιδάχθη εὐθὺς ἀνέστησεν αὐτόν. ὃ δὲ ἀναστὰς καὶ πεσὼν ἐπὶ τοῦ ἐδάφους τοὺς τοῦ Ἰωάννου πόδας κατεφίλει. ὃ δὲ ἐγείρας αὐτὸν λέγει· Μὴ τοὺς ἐμοὺς πόδας ἄνθρωπε φίλει ἀλλὰ τοὺς τοῦ θεοῦ οὗ δυνάμει ἀνέστητε ἀμφότεροι.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.