Λυκομήδης, ἄνθρωπος τῶν δαιμόνων, ἀπήντησεν ἡμῖν, καὶ προσπεσὼν τοῖς ποσὶν Ἰωάννου παρεκάλει λέγων· Ἰωάννης ἐστί σοι ὄνομα; ἕπεμψέ σε ὁ θεὸς ὃν κηρύσσεις ἐπʼ εὐεργεσίᾳ τῆς ἐμῆς γυναικός, παραπλήγου γεγονότος ἢδη ἡμέρας ἑπτὰ καὶ ἀθεραπεύτου κειμένης. ἀλλὰ δόξασόν σου τὸν θεὸν ἰασάμενος
αὐτὴν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. παραστὰς γάρ τις ἤδη σκεπτομένῳ ἐμαυτὸν λογισμὸν δοῦναι τοῦτον ἔφη· Λυκόμηδε, παῦσαι τῆς κατὰ σοῦ στρατευομένης ἐννοίας χαλεπῆς οὔσης· μὴ ὑποβάλῃς σεαυτὸν ταύτην· ἐγοὼ γὰρ σπλαγχνισθεὶς ἐπὶ τὴν ἐμὴν δούλην Κλεοπάτραν ἕπεμψα ἐκ Μιλήτου ἄνδρα ὀνόματι
Ἰωάννην ὅστις οὐτὴν ἀναστήσας ἀποδώσει σοι σῴαν. βράδυνε οὖν δοῦλε τοῦ φανερώσαντός μοι θεοῦ σαυτόν, ἀλλὰ σπεῦσον ἐπὶ τὴν πνοὴν μόνην ἔχουσαν γυναῖκα. Καὶ εὐθέως ὁ Ἰωάννης ἀπῄει ἀπὸ τῆς πύλης ἅμα τοῖς σὺν αὐτῷ ἀδελφοῖς καὶ Λυκομήδης εἰς τὸν οἶκον αὐτοῦ. ὁ δὲ Κλεόβιος ἔφη τοῖς
αὐτοῦ νεανίσκοις· Ἀπέλθατε πρὸς τὸν συγγενῆ μου Κάλλιππον καὶ ξενίαν ἀρετήν λάβετε παῤ αὐτοῦ—ἔχων γὰρ τὸν υἱὸν αὐτοῦ παραγίνομαι ἐκεῖ — ὅπως εὐπρεπῆ τὰ πάντα εὕρωμεν.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.