ἐδέετο τοῦ Ἰωάννου βοηθῆσαι αὐτῇ. ὁ δὲ Ἰωάννης εἶπεν· Οὐκ ἔστιν ἀνθρώπου τοῦτο παρασχεῖν· ἐπεὶ δὲ σὺ βασιλεύειν μὲν σἶδας, ὑπὸ τίνος δὲ ἔλαβες ἀγνοεῖς, μάθε τίς καὶ σοῦ καὶ τῆς βασιλείας σου ἐξουσίαν ἔχει. Καὶ ηὔξατο οὕτως· Κύριε ὁ θεὸς πάσης βασιλείας καὶ δέσποτα πάσης κτίσεως, δὸς τῇ
κόρῃ ταύτῃ πνοὴν ζωῆς. Καὶ εὐξάμενος ἀνέστησεν αὐτήν. ἐκπλαγεὶς δὲ ἐπὶ πᾶσι τοῖς θαυμασίοις ὁ Δομετιανὸς ἀπέλυσεν αὐτὸν εἰς νῆσον, ὁρίσας αὐτὸν τακτὸν χρόνον.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.