88 Ἄνδρες ἀδελφοί, οὐδὲν ξένον πεπόνθατε οὐδὲ παράδοξον περὶ τῆς εἰς τὸν ἐκδοχῆς, ὅπου γε καὶ ὑμεῖς, οὓς ἐξελέξατο ἑαυτῷ ἀποστόλους, πολλὰ ἐπεράσθησαν· ἐγὼ μὲν ὑαῖν προσομιλῶν οὔτε γράψαι χωρῶ ἅ τε εἶθον ἅ τε ἤκουσα. καὶ
νῦν μὴ δεῖ με πρὸς τὰς ἀκοὰς ὑμῶν ἁρμόσασθαι, καὶ καθ᾿ ἃ χωρεῖ ἕκαστος ἐκείνω ὑμῖν κοινωνήσω ὧν ἀκροαταὶ δύνασθε γενέσθαι, ὅπως ἴδητε τὴν περὶ αὐτὸν δόξαν ἥτις ἦν καὶ ἔστι καὶ νῦν καὶ εἰς ἀεί. (2) ὅτε γὰρ ἐξελέξατο Πέτρον καὶ Ἀνδρέαν ἀδελφοὺς ὄντας, ἔρχεται πρός με καὶ τὸν ἀδελφόν μου
Ἰάκωβον εἰπών· Χρῄζω ὑμῶν, ἔλθατε πρός με. Καὶ ὁ ἀδελφός
1
φός | μου τοῦτο εἶπεν· Ἰωάννη, τὸ παιδίον τοῦτο ἐπὶ τοῦ αἰγιαλοῦ καλέσαν ὑμᾶς τί βούλετοι; Κἀγὼ εἶπον· Ποῖον παιδίον; Ὃ δὲ μοι πάλιν· Τὸ νεῦον ἡμῖν. Κἀγὼ ἀπεκρινάμην· Διὰ τὴν πολλὴν ἡμῶν ἀγρυπνίαν τὴν κατὰ θάλασσαν γεγονυῖαν
οὐ σὺ ὁρᾷς ἀδελφέ μου Ἰάκωβε; οὐχ ὁρᾷς δὲ τὸν ἑστῶτα ἄνδρα εὔμορφον καλὸν ἱλαροπρόσωπον; Ὃ δέ μοι εἶπεν· Τούτου οὐχ ὁρῶ ἀδελφέ· ἀλλ᾿ ἐξέλθωμε καὶ ὀψόμεθα τὸ τί βούλεται.