69 χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τὸν πιστὸν ἄνθρωπον τὴν ἔξοδον προορᾶν, καὶ καταμανθάνειν ταύτην ὁποία
1
τις ἐπιστή| σεται, ἆρα διεργὴς καὶ νηφαλέα καὶ μηδὲν ἐμπόδιον ἔχουσα, ἢ τεθορυβημένη καὶ τὰ ὧδε κολακεύουσα καὶ καταδεδεμένη ἐπιθυμίαις. οὕτως ἔστιν ἐπαινεῖσθαι καὶ σῶμα εὔμορφον ὁπόταν ὅλον ἀποδύσηται, καὶ στρατηγὸν μέγαν ὁπόταν τὸ τοῦ πολέμου ἐπάγγελμα πᾶν κατορθ ώσῃ, καὶ ἰατρὸν
ἄριστον ἐκεῖνον τὸν διὰ πάσης ἰάσεως χωροῦντα, καὶ ψυχὴν πίστεως καὶ θεοῦ δεξιὰν ὁπόταν ἴσον τὸ τῆς ἐπαγγελίας καταστήσῃ οὐχὶ τὴν ἀρξαμένην καὶ ὑπολυθεῖσαν εἰς τὰ τοῦ βίου πάντα καὶ ἐκπεσοῦσαν, οὐδὲ τὴν ναρκῶσαν, βιαζομένην πρὸς τοῖς κρείττοσιν εἶναι, εἶτα δὲ κατενεχθεῖσαν εἰς τὰ πρόσκαιρα,
οὐδὲ τὴν ποθήσασαν μᾶλλον τὰ χρόνια τῶν αἰωνίων, οὐδὲ τὴν καταλλασσομένην τὰ μὴ μένοντα, οὐδὲ τὴν τιμήσασαν τὰ ἀτιμίας ἔργα ὕβρεως ἄξια, οὐδὲ τὴν ἐνέχυρα παρὰ τοῦ Σατανᾶ λαμβάνουσαν, οὐδὲ τὴν ὑποδεξαμένην τῷ ἑαυτῆς
2
οἴκῳ τὸν ὄφιν, οὐδὲ τὴν ὀνειδιζομένην διὰ θεόν, εἶτα μὴ αἰσχυνομένην· οὐδὲ τὴν στόματι μὲν λέγουσαν ναί, ἔργῳ δὲ ἑαυτῇ οὐ δεικνύουσα· ἀλλὰ τὴν ὑπομείνασαν ὑπὸ ἡδονῆς ῥυπαρᾶς μὴ ἐκλυθῆναι, ὑπὸ ῥᾳθυμίας μὴ ἡττηθῆναι, ὑπὸ φιλαργυρίας μηδὲ δελεασθῆναι, ὑπὸ ἀκμῆς σώματος καὶ ὀργῆς
μὴ προδοθῆναι.