46 Ἐπέμενεν οὖν ὁ Ἰωάννης παῤ αὐτοῖς εἰσδεχόμενος αὐτοὺς τοῖς ἐν τοῖς Ἀνδρονίκου. ἐν οἷς τις τῶν συνεδρευόντων καὶ τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ ἱεροῦ τοῦ πυλῶνος ἀναπαύσας νεκρὸν εἰσεπήδησεν ἔνδον σὺν τοῖς λοιποῖς μηδενὶ εἰπών, συγγενὴς αὐτοῦ ὑπάρχων. ὁ οὖν Ἰωάννης μετὰ
τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἀδελφοὺς καὶ τὴν εὐχὴν καὶ τὴν εὐχαριστίαν καὶ μετὰ τὴν χειροθεσίαν τὴν ἐφʼ ἑκάστου τῶν συνεδρευόντων ποιησάμενος ἔφη ἐν τῷ πνεύματι· Ἐπὶ ταύτης τῶν ἐνθάδε πίστει τῇ εἰς θεὸν ἀγόμενος, τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ
1
2
3
τοῖ πυλῶνος ἀναπαύσας εἰσῆλθεν, τῷ τῆς ψυχῆς τῆς ἑαυτοῦ πόθῳ πρότερον τὴν ἑαυτοῦ ἐπιμέλειαν ποιούμενος ἐνεθυμήθη τοῦτο ἐν ἑαυτῷ· Ἄμεινον ἐμὲ τοῦ ζῶντος φροντίζειν ἢ τοῦ νεκροῦ μου συγγενοῦς· οἶδα γὰρ ὅτι ἐπιστρέψαντός μου πρὸς
κύριον καὶ διασώσαντος τὴν ἐμαυτοῦ ψυχὴν οὐκ ἀντερεῖ ὁ Ἰωάννης καὶ τὸν νεκρὸν ἀναστῆσαι. Καὶ ἀναστὰς τοῦ τόπου ὁ Ἰωάννης ἐπορεύθη κατʼ ἐκεῖνον καθ᾿ ὃν ὁ ταῦτα ἐννοήσας εἰσῆλθε συγγενὴς τοῦ ἱερέως, καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς εἶπεν· Ἐνεθυμήθης ταῦτα παραγενόμενος πρός με τέκνον;
Κἀκείνῳ τρόμῳ καὶ φρίκῃ συνεχόμενος εἶπε Ναὶ κύριε, ῥίψας ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ. Καὶ ὁ Ἰωάννης· Ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς Χριστός, ὅστις τὴν δύναμιν αὐτοῦ δείξει ἐν τῷ νεκρῷ σου συγγενεῖ ὁ ἀναστήσας αὐτόν.