29 γενοῦ δέ μοι σὺ ἀγαθὸς ζωγράφος Λυκόμηδες· ἔχεις χρώματα ἅ σοι δίδωσι διʼ ἐμοῦ ὁ ἑαυτῷ πάντας ἡμᾶς ζωγραφῶν
Ἰησοῦς, ὁ τὰς μορφὰς καὶ τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰς διαθέσεις καὶ τοὺς τύπους τῶν ψυχῶν ἡμῶν ἐπιστάμενος. ἔστι δὲ ταῦτα τὰ χρώματα ἅπερ σοι λέγω ζωγραφεῖν πίστις ἡ εἰς θεόν, γνῶσις, εὐλάβεια, φιλία, κοινωνία, πρᾳότης, χρηστότης, φιλαδελφία, ἁγνεία, εἰλικρίνεια, ἀταραξία, ἀφοβία,
ἀλυπία, σεμνότης, καὶ ὅλος ὁ τῶν χρωμάτων χορὸς ὁ εἰκονογραφῶν σου τὴν ψυχήν, καὶ καταβεβλημένα σου τὰ μέλη ἀνεγείρων ἤδη, τὰ δὲ ἐπηρμένα ὁμαλίζων, καὶ τὰς πληγὰς θεραπεύων καὶ τὰ τραύματα ἰώμενος καὶ τὰς πειρωμένας σου τρίχας συντιθεὶς καὶ τὸ πρόσωπόν σου νίπτων καὶ τοὺς
1
2
ὀφθαλμούς σου παιδεύων καὶ τὰ σπλάγχνα σου καθαρίζων καὶ τὴν γαστέρα σου κοιλαίνων καὶ τὰ ὑπογάστριά σου ἐκκόπτων· καὶ ἁπλῶς ὅλη συνελθοῦσα τῶν τοιούτων χρωμάτων καὶ μίξεις ἐπὶ τὴν ψυχήν σου ἀνέκπληκτον καὶ ἄξεστον καὶ στερεόμορφον αὐτὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καταστήσει· ὃ
δὲ νῦν διεπράξω παιδιῶδες καὶ ἀτελές· ἔγραψας νεκροῦ νεκρὰν εἰκόνα.