Ὁ οὖν ζωγράφος τῇ πρώτῃ ἡμέρᾳ σκιαγραφήσας αὐτὸν
1
ἀπηλλάγη· τῇ δὲ ἐξῆς καὶ τοῖς χρώμασιν αὐτὸν κατεκέρασε, καὶ οὕτως τῷ Λυκομήδει χαίροντι τὴν εἰκόνα ἀπέδωκεν. ἣν λαβὼν καὶ ἀναθεὶς εἰς τὸν ἑαυτοῦ κοιτῶνα ἔστεφεν· ὡς ὕστερον
γνόντα τὸν Ἰωάννην εἰπεῖν αὐτῷ· Ἀγαπητόν μου τέκνον,
2
τί διαπράττῃ ἀπὸ τοῦ βαλανείου εἰσερχόμενος εἰς τὸν κοιτῶνά σου μόνος; ἐγὼ οὐχὶ σὺν σοὶ καὶ τοῖς λοιποῖς ἀδελφοῖς εὔχομαι; ἢ ἡμᾶς κρύπτεις; Καὶ ταῦτα λέγων καὶ παίζων μετʼ αὐτοῦ εἴσεισιν εἰς τὸν κοιτῶνα· καὶ ὁρᾷ εἰκόνα περιεστεμμένην πρεσβύτου
καὶ παρακειμένους λύχνους καὶ βωμοὺς ἔμπροσθεν. καὶ φωνήσας αὐτὸν εἶπε· Λυκόμηδες, τί βούλεταί σοι τὸ τῆς εἰκόνος ταύτης; τῶν θεῶν σού τις τυγχάνει ὁ γεγραμμένος; ὁρῶ γάρ
3
4
σε ἔτι ἐθνικῶς ζῶντα. Καὶ ὁ Λυκομήδης αὐτῷ ἀπεκρίνατο· Ὁ θεὸς μέν μοί ἐστιν ἐκεῖνος μόνος ὁ ἐμὲ ἐγείρας ἐκ τοῦ θανάτου μετὰ τῆς συμβίου μου. εἰ δὲ γε καὶ μετὰ τὸν θεὸν ἐκεῖνον τοὺς εὐεργέτας ἡμῶν ἀνθρώπους θεοὺς χρὴ καλεῖσθαι,
σὺ εἶ πάτερ ὁ ἐν τῇ εἰκόνι γεγραμμένος μοι, ὃν στέφω καὶ φιλῶ καὶ σέβομαι ὁδηγὸν ἀγαθόν μοι γεγονότα.