23 Καὶ προσελθών, ἁψάμενος τοῦ προσώπου αὐτῆς ἔφη· Κλεοπάτρα, λέγει ὃν ἐφοβήθη πᾶς ἄρχων καὶ πᾶσα κτίσις,
δύναμις, ἄβυσσός τε καὶ σκότος ἅπαν καὶ θάνατος ἀγέλαστος καὶ οὐρανῶν ὕψωμα καὶ ᾅδου κυκλώματα καὶ νεκρῶν ἀνάστασις καὶ πηρῶν ὄψις καὶ τοῦ κοσμοκράτορος ἅποσα ἡ δύναμις καὶ ἡ τοῦ ἄρχοντος ὑπερηφανία· Ἀνάστηθι, καὶ μὴ γίνου πρόφασις πολλοῖς ἀπιστεῖν θέλουσι καὶ θλίψεις ψυχὰς
δυναμένας ἐλπίσαι καὶ σωθῆναι. Καὶ ἡ Κλεοπατρα εὐθέως μετὰ φωνῆς ἐβόησεν· Ἀνίσταμαι δέσποτα· σῷζε τὴν δούλην σου. ἀναστήσεις δέ μου δἰ ἡμερῶν ἑπτὰ ἡ πόλις Ἐφεσίων ἐκινεῖτο ἐπὶ τῷ παραδόξῳ θεεάματι. ἠρὠτα δὲ ἡ Κλεοπάτρα περὶ τοῦ
1
2
ἀνδρὸς αὐτῆς Λυκομήδους· ὁ δὲ Ἰωάννης εἶπεν αὐτῇ· Κλεοπάτρα, ἀκίνητον ἔχουσα τὴν ψυχὴν καὶ ἀμετάτρεπτον αὐτόθεν ἕξεις Λυκομήδην τὸν σύμβιόν σου ἐνταῦθά σοι παρεστῶσα, εἴ γε μὴ ταράσσῃ μηδὲ κινῇ ἐπὶ τῷ γεγονότι, πιστεύσασα ἐπὶ
τῷ θεῷ μου, ὅστις διʼ ἐμοῦ ζῶντα αὐτὸν χαρίσεται. ἐλθὲ οὖν ἅμα ἐμοὶ εἰς τὸν ἕτερόν σου κοιτῶνα, καὶ θεάσῃ αὐτὸν νενεκρωμένον, ἀνιστάμενον δὲ τῇ τοῦ θεοῦ μου δυνάμει.