21 Καὶ ἔτι πλείονα λέγων ὁ Λυκομήδης πρὸς τὴν Κλεοπάτραν προσελθὼν τῇ κλίνῃ ἀναβοῶν ἐθρήνει. ὁ δὲ Ἰωάννης
ἀπέσπασεν αὐτὸν εἰπών· Μετάστηθι τῶν θρήνων τούτων καὶ τῶν ἀναρμόστων σου ῥημάτων. οὐ προσήκει ἀπεισθῆναι τῷ θεωμένῳ σοι. ἵστη γὰρ ἀπολαμβάνων τὴν αὐτοῦ σύμβιον. σὺν ἡμῖν τοίνυν στὰς τοῖς διὰ ταύτην ἐληλυθόσιν ἔπευξαι τῷ θεῷ ὃν εἶδες φανεροῦντά σε διʼ ὀνειράτων. τί
οὖν ἐστιν ὦ Λυκόμηδες; διυπνίσθητι καὶ αὐτὸς καὶ ἄνοιξόν σου τὴν ψυχήν. ἀπόβαλε τὸν πολὺν ὕπνον ἀπὸ σοῦ. δεήθητι τοῦ κυρίου, παρακάλεσον αὐτὸν ὑπὲρ τῆς συμβίου σου καὶ ἀναστήσῃ. Ὃ δὲ πεσὼν ἐπὶ τοῦ ἐδάφους ἐθρήνει ὁλοψυχῶν. ὁ οὖν Ἰωάννης ἔφη μετὰ δακρύων· Ὢ καιυῆς προδοσίας ὁράματος·
ὢ καινοῦ πειρασμοῦ ἐμοῦ κατασκευασθέντος· ὢ καινῆς τέχνης τοῦ κατʼ ἐμοῦ τεχνασαμένου. ἡ ἀπʼ οὐρανοῦ φωνὴ ἐνεχθεῖσά μοι ἐν τῇ ὁδῷ ταῦτά μοι ἐπραγματεύσατο; ταῦτά μοι προεδήλωσε τὰ μέλλσντα γενέσθαι ἐνθάδε; παραδιδούς με ὄχλῳ τοσούτῳ τῶν πολιτῶν ἕνεκεν Λυκομήδους; ὁ ἀνὴρ
ἄπνους κεῖται, κἀμὲ εὖ οἶδα ὅτι ζῶντα τῆς οἰκίας οὐκ ἐάσει με ἐξελθεῖν. τί μέλλεις κύριε; τί σου τὸ χρηστὸν ἐπάγγελμα ἀποκέκλῃκας ἡμῖν; μή, δέομαί σου κύριε, μὴ δῷς χορεῦσαι τῷ
1
ἐπʼ ἀλλοτρίοις κακοῖς ἡδομένῳ· μὴ δῷς τούτῳ ὀρχεῖσθαι τῷ καταγγέλοντι ἡμῶν ἀεί. ἀλλά σου τὸ ἅγιον ὄνομα καὶ τὸ ἕλεος σπευσάτω. ἀνέγειρον πτώματα δύο κατʼ ἐμοῦ γεγενημένα.