[8] Μεγαρέων δάκρυα: αὕτη τέτακται ἐπὶ τῶν πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Λέγουσι γὰρ, Βάκχιόν τινα Κορίνθιον γῆμαι τὴν Κλυτίον τοῦ Μεγαρέων βασιλέως θυγατέρα· ἧς ἀποθανούσης, ἀναγκασθῆναι τοὺς Μεγαρέας ὑπὸ τοῦ Κλυτίου πέμπειν [ν] παρθένους καὶ ἠϊθέους εἰς Κόρινθον τοὺς μέλλοντας αὐτοῦ τὴν θυγατέρα καταθρηνήσειν. Οἱ δέ φασιν, ὅτι πλεῖστα δοκεῖ φύεσθαι ἐν τῇ Μεγαρέων σκόροδα· ἔνθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν προςποιητῶς δακρυόντων, παρόσον οἱ ἐμπιπλάμενοι τῶν σκορόδων ἀποδακρύουσι συνἐχῶς ὑπὸ τῆς δριμύτητος. Ὅθεν τὰ μὴ ἐκ παθῶν μηδὲ ἐκ βάθους δάκρυα, ἀλλ’ ἐξ ἐπιπολῆς, Μεγαρέων δάκρυα ἔλεγον,
[9] Μετὰ Λέσβιον ᾠδόν: παροιμία. ταττομένη ἐπὶ τοῖς τὰ δεύτερα φερομένοις, ἐξ αἰτίας τοιᾶςδε· Λακεδαιμόνιοι στασιάζοντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον· ἐλθὼν δὲ ἐκεῖνος, καὶ τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. Εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἐπεφώνουν, Μετὰ Λέσβιον ᾠδόν. Μέμνηται τῆς παροιμίας ταύτης Κρατῖνος ἐν Χείρωσι.
[13] Μωρότερος εἶ Μορύχου: αὕτη ἡ παροιμία λέγεται παρὰ τοῖς Σικελιώταις ἐπὶ τῶν εὔηθές τι διαπρασσομένων, ὥς φησι Πολέμων ἐν τῇ πρὸς Διόφιλον ἐπιστολῇ. Λέγεται δὲ οὕτως· Μωρότερος εἶ Μορύχου, ὃς τὰ ἔνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μόρυχος δὲ Διονύσου ἐπίθετον, ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις· μορύξαι γὰρ τὸ μολῦναι. Καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεὼ τὸ ἄγαλμα αὐτοῦ ἐστι, παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίθρῳ. Κατεσκεύασται δὲ ἀπὸ φελλάτα καλουμένου λίθου ὑπὸ Σιμμίου τοῦ Εὐπαλάμου.
[16] Μᾶλλον ὁ Φρύξ: συναγαγὼν ὁ Κροῖσος, ὥς φασι, τοὺς σοφοὺς, ἠρώτα, τίνα εἰδεῖεν εὐδαιμονέστατον. Ἄλλου δὲ ἄλλον λέγοντος Αἴσωπος ὁ Φρὺξ, ὁ μυθοποιὸς, τοσοῦτον ἔφη τὸν Κροῖσον τῶν ἄλλων ὅσον καὶ τὴν θάλατταν τῶν ποταμῶν προέχειν. Ἀκούσας δὲ ὁ Κροῖσος, εἶπε· Μᾶλλον ὁ Φρύξ.
[17] Μία Μύκονος: Νηλεὺς προςέταξε τοῖς ἑαυτοῦ παισὶν, Ἡγήτορι καὶ Ἱπποκλεῖ, τὰς νήσους καταστρέψασθαι. Χειρωσαμένου δὲ πολλὰς τοῦ Ἡγήτορος, Ἱπποκλέους δὲ μίαν τὴν Μύκονον, βουλομένου δὲ πασῶν ἔχειν τὸ μέρος, πέμψαντες ἠρώτησαν κοινῇ τὸν θεὸν, τίνες εἶεν τοὺ Ἡγήτοπος νήσοι· ὁ δὲ εἶπε, Μία Μύκονος.
[18] Μὴ κίνει Καμάριναν: φασὶν εἶναι λίμνην τῇ πόλει τῇ Καμαρίνῃ, ὁμώνυμον ταύτῃ, ἣν οἱ Καμαριναῖοι, μετοχετεῦσαι εἰς τὸ πεδίον βουλόμενοι, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ εἶπε, Μὴ κίνει Καμάριναν. Οἱ δὲ παρακούσαντες τοῦ χρησμοῦ ἐβλάβησαν. Κἀκεῖθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν βλαβερῶς τι ποιεῖν ἑαυτοῖς μελλόντων. Τινὲς δέ φασι φυτὸν δυςῶδες εἶναι τὴν καμάριναν, οὗ τοὺς κλάδους διασειομένους ἀηδέστερον ὄζειν.
[22] Μῆλον Ἡρακλῆς: Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδίαζουσά τις θυσία. Τοῦ γὰρ βοός ποτε ἐκφυγόντος, ὃν ἔμελλον τῷ Ἡρακλεῖ προςάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.
[23] Μερὶς οὐ πνίγει: Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδεσμάτων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. Τῶν γὰρ ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων, τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυναμένους ἑαυτοῖς βοηθεῖν. Διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη.
[24] Νάηρα καὶ Χαρμιόνη: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης· ἡ δὲ, τῶν ὀνύχων· παρέμειναν δ’ αὐτῇ καὶ μέχρι θανάτου, καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος χειρωσάμενος, ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ εἰς θρίαμβον ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. Ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν, ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν. Ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη, ἐπέτρεψεν Ναήρᾳ καὶ Χαρμιόνῃ ἐχίδνας παρ’ ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. Εἶθ’ οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ’ αὐτῆς ἀνῃρέθη. Ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ σήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώλειον, Ναήρᾳ καὶ Χαρμιόνῃ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.
[25] Νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται καὶ τοὺς βασιλεῖς αὐτῶν ὡς θεοὺς προςκυνοῦσι· καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνων τυγχάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίαν βλέπουσι. Καὶ ἄλλα εἰσὶ παρ’ αὐτοῖς, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται.
Γόρδιοι τὸν παχύτατον ἑαυτῶν βασιλέα αἱροῦνταὶ.
Συρακοὶ τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν. Ὡς δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν.
Στυμφαλοὶ τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι προςομιλήσασαν.
Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι.
Σαυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι.
Μαζούσιος δὲ γυναικὶ οὗ μίγνυται, εἰ μὴ πολεμίαν ἕλῃ.
Τιβαρηνοὶ, τῶν γυναικῶν τεκουσῶν, αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατακλίνονται.
Παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται.
Ἰσσηδόνες τοὺς γονεῖς ἐσθίουσι, χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσι.
Τραυσοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσι.
Βακχείριοι, ἐὰν [μὴ] ἀπὸ νόσου σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν.
Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδὲ ἔμψυχόν τι σιτοῦνται. Εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ φύσιν ὕδατος οὗ πίνουσι.
Θυσσαγέται τοῖς θεοῖς τὰ ὀστᾶ θύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες.
Ταυροσκύθαι ἀνθρώπους θύουσι.
Βυζωνοὶ, μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται.
Οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλην τρέφουσιν ἀντὶ προβάτων.
Αἰθίοπες δὲ οἱ λεγόμενοι † Κολχεῖς, ὑαίνας. Διὰ ταῦτα ἡ παροιμία εἴρηται.
[33] Οὐκ ἄνευ γε Θησέως: Θησεὺς πολλοῖς ἀριστεῦσι συνηγωνίσατο. Τῷ γὰρ Μελεάγρῳ συνήργησε πρὸς τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, τῷ Πειρίθῳ συνεμάχησε κατὰ τῶν Κενταύρων καὶ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας. Ὅταν οὖν θαυμαστόν τι πραχθῇ οὐχ ὑπὸ μόνου τινὸς, εἰώθαμεν λέγειν αὐτῷ, Οὐχ ἄνευ γε Θησέως.
Ἡ δὲ περὶ τοῦ Μελεάγρου ἱστορία καὶ τοῦ Καλυδωνίου συὸς οὕτως ἔχει· Μελεάγρου γεννηθέντος φασὶ τὰς Μοίρας παραγενομένας εἰπεῖν, Τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ. Τοῖτο ἀνούσασα ἡ μήτηρ αὐτοῦ Ἀλθαία, τὸν δαλὸν ἀνείλετο, καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. Οἰνεὺς ὁ τούτου πατὴρ τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, τῆς Ἀρτέμιδος ἐπελάθετο. Ἡ δὲ ὀργισθεῖσα κάπρον ἐφῆκεν ἄγριον, μεγέθει τε καὶ ῥώμῃ ἔξοχον, ὃς τὴν γῆν τῶν Καλυδωνίων διέφθειρε καὶ τοὺς καρποὺς ἐλυμαίνετο. Ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν· καὶ τῷ κτείνοντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. Πολλῶν οὖν συνελθόντων, καὶ ὁ Μελέαγρος ἐπὶ τὴν θήραν ἐξῆλθε, σύμμαχον προςκαλεσάμενος τὸν Θησέα. Συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. Πρώτη μὲν οὖν Ἀναλάντη τὸν κάπρον εἰς τὰ νῶτα ἐτόξευσε· Μελέαγρος δὲ κατὰ τοῦ κενεῶνος πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας Ἀταλάντῃ χαριζόμενος ἔδωκε. Παρόντων δὲ ἐκεῖσε καὶ τῶν Θεστίου παίδων, τῶν ἀδελφῶν τῆς Ἀλθαίας, καὶ ἀδοξούντων εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται’, τὸ δέρας ἐξ Ἀταλάντης ἀφείλοντο, λέγοντες κατὰ γένος αὐτῆς διαφέρειν, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο. Ὀργισθεὶς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέκτεινε, τὸ δὲ δέρας Ἀταλάντῃ ἔδωκεν. Ἀλθαία δὲ λυπηθεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἀνῆψεν, καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανε.
Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεὺς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος, εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. Ἀσυνήθως δὲ ἔχοντες οἴνου, ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰςαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι. Ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, Καὶ πολλοὺς ὁ Θησεὺς ἀπ’ αὐτῶν ἀνεῖλεν.
Ἀπῆλθε δὲ Θησεὺς καὶ μετὰ Ἡρακλέους πρὸς Ἀμαζόνας. Εὐρυσθέως γὰρ ἐπιτάξαντος Ἡρακλεῖ κομίσαι τὸν Ἱππολύτης ζωστῆρα, τῆς τῶν Ἀμαζόνων βασιλίσσης, ἀπελθὼν Ἡρακλῆς ἐζήτει τοῦτον. Τῆς δὲ συνθεμένης δοῦναι, Ἥρα μανίαν φυλάττουσα πρὸς αὐτὸν, εἰκασθεῖσα μιᾷ τῶν Ἀμαζόνων περιῄει πάσαις λέγουσα, ὅτι ὁ παραβαλὼν ξένος τὴν βασιλίδα βιάζεται, καὶ ταύτης τὸν ζωστῆρα, ὃν ἐξ Ἄρεος εἰς δεῖγμα τῆς βασιλείας εἴληφεν, ἀφελέσθαι βούλεται. Τοῦτο ἀκούσασαι Ἀμαζόνες, ἐφωπλισμέναι κατὰ τοῦ Ἡρακλέους ἐξῄεσαν. Νομίσας δὲ Ἡρακλῆς ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ. Διὰ τοῦτο ὕστερον βουλόμενος Ἡρακλῆς Ἀμαζόνας ἀμύνασθαι, ἐστράτευσε κατ’ αὐτῶν, συμπαραλαβὼν καὶ Θησέα εἰς συμμαχίαν, ἃς καὶ κατεπολέμησε παρ’ αὐτοῦ συμμαχούμενος.
[39] Ὄνου παρακύψεως: μέμνηται ταύτης Μένανδρος ἐν Ἱερείᾳ. Λέγουσι δὲ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, † καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμένων εἴρηται ἡ παροιμία.
[43] Οἰδίποδος ἀρά: ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ἱστορεῖται δὲ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι’ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκάστου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέγουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόντων δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θηβαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο, ἐπεὶ διωκομένῳ τῆς πόλεως οὐκ ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ' ἀλλήλων ὕστερον ἀνήρέθησαν.
[50] Οἱ Κρῆτες τὴν θυσίαν: Ἀγαμέμνων, ὥς φασι, χειμασθεὶς κατηνέχθη εἰς Κρήτην, καὶ ἀναβὰς εἰς τὸ Πολυῤῥήνιον, θυσίαν ἐπετέλει. Ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν· οἱ ἀπαγγελθέντος αὐτῷ, μεσούσης τῆς θυσίας, τὸ μὲν καιόμενον ἱερεῖον καταλιπεῖν λέγεται, ἐλθεῖν δὲ πρὸς θάλασσαν ταραχθέντα, καὶ μίαν μόλις εὑρόντα ναῦν, ἐπ’ αὐτῆς ἀναχθῆναι, πολλὰ καταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε ταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε ταὉ ραχώδης θυδία γένοιτο, Κρητικὴν καλεῖσθαι.
[54] Οὐδὲ τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην, † Τόψιον ἐπικαλούμενον. Δοιδορούμενος δὲ ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄῤῥητα, καίτοι πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον [αὑτὸν κατὰ] τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ. ὁ δὲ ἀθύμήσας ἀπήγξατο.
Εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. Καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ, καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια, καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.
[63] Πάντα λίθον κίνει: παροιμία. Ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐπεστράτευσεν, ἡττηθεὶς περὶ Σαλαμῖνα, αὐτὸς μὲν ἀνέζευξε, Μαρδόνιον δὲ κατέλιπε πολεμήσοντα τοῖς Ἕλλησιν. Ἡττηθέντος δὲ καὶ τούτου τὴν ἐν Πλαταιαῖς μάχην, φήμη τις κατέσχεν, ὡς ἐν τῷ περιβόλῳ τῆς σκηνῆς ὁ Μαρδόνιος θησαυρὸν καταλέλοιπε. Πριάμενος οὖν Πολυκράτης ὁ Θηβαῖος τὸν τόπον, χρόνον μὲν πολὺν ἐζήτει τὸν θησαυρόν· ὡς δ’ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι τὰ χρήματα. Τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει· ὅθεν ἡ παροιμία ἐκράτησεν.
[71] Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ μεταλήψεσθαι τὸν δεσπότην τοῦ καρποῦ. Ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα, καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ τὴν κύλικα προςφέρειν τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου· ὁ δὲ ἔφη τὸν εἰρημένον στίχον. Τούτων ἔτι λεγομένων οἰκέτης ἦλθεν ἀπαγγέλλων, ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. Ὁ δὲ Ἀγκαῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπ’ αὐτοῦ ἐτελεύτησεν. Ὅθεν ἡ παροιμία. Διονύσιος δέ φησιν εἰρῆσθαι αὐτὴν ἀπὸ τῆς Ἀντινόου μνηστευσαμένου τὴν Πηνελόπην συμφορᾶς. Προςαγόμενος γὰρ τὸ ἔκπωμα ἐτελεύτησε τοξευθεὶς παρὰ τοῦ Ὀδυσσέως.
[78] Πάντα ὀκτώ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεοὺς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανὸν, Σελήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτὼ, Στάδιον, [Δόλιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμὴν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ’ ὧν εἰρῆσθαι πάντα ὀκτώ.
[85] Σαρδόνιος γέλως: Αἰσχύλος ἐν τοῖς Περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως· » Οἱ τὴν Σαρδὼ κατοικοῦτες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ ἔθυον γελῶντες καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν. Τὸν οὖν προςποίηταν γέλωτα Σαρδόνιον κληθῆναι. «
Τίμαιος δέ φησιν αὐτοὺς ἱστάντας τοὺς γονεῖς ἐν οἷς μέλλουσι βάλλεσθαι βόθροις, παίειν σχίζαις καὶ κατακρημνίζειν· φθειρομένους δὲ αὐτοὺς γελᾶν διὰ τὴν ἀπὸ τῶν τέκνων ἀδικίαν καὶ δόξαν τοῦ μακαρίως καὶ καλῶς τελευτᾶν.
Τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. Φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνήσκουσιν.
Ἄλλοι δὲ τὸν καθ’ ὑπόκρισιν γέλωτα γινόμενον Σαρδόνιον καλεῖσθαι λέγουσιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι.
Σιμωνίδης δέ φησι τὸν Τάλω πρὸ τῆς εἰς Κρήτην ἀφίξεως οἰκῆσαι τὴν Σαρδὼ, καὶ πολλοὺς τῶν ἐν ταύτῃ διαφθεῖραι· οὓς τελευτῶντας σεσηρέναι, καὶ ἐκ τούτου ὁ Σαρδόνιος γέλως.
Περὶ δὲ τοῦ Τάλω τοιόνδε μυθολογεῖται· φασὶν αὐτὸν τοῦ χαλκικοῦ γένους εἶναι· δοθῆναι δὲ Μίνωϊ παρ’ Ἡφαίστου εἰς φυλακὴν τῆς νήσου Κρήτης. Οὗτος φλέβα μίαν εἶχεν ἀπὸ αὐχένος ἄχρι σφυρῶν κατατείνουσαν· κατὰ δὲ τὸ δέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. Τρὶς δὲ ἑκάστης ἡμέρας τὴν νῆσον περιερχόμενος ὁ Τάλως ἐτήρει. Διὸ καὶ προςπλέουσαν τὴν Ἀργὼ μετὰ Ἰάσονος, ὑποστρέφοντος ἀπὸ Κόλχων, ἐκώλυε τῇ νήσῳ προςορμισθῆναι, Ἀπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῆς μανίαν ἐμβαλούσης· ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον, καὶ τὸν ἧλον ἐξελούσης, διαῤῥυέντος τοῦ ἰχῶρος σὺν ὅλῳ τῷ αἵματι, οὕτως αὐτὸν τεθνάναι. Τινὲς δὲ αὐτὸν τελευτῆσαι λέγουσιν ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τοξευθέντα.
[93] Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη. Εἴρηται δὲ ἀπὸ ὀνηλάτου, οὗ ὁ μὲν ὄνος εἰς πηλὸν ἐπεπτώκει· ὁ δὲ, δέον βοηθεῖν, ἐπεκαλεῖτο τὸν Ἡρακλέα. Μέμνηται ταύτης τῆς παροιμίας Εὐριπίδης. Ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι, χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰςελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρὰς εἰστήκει, ἕως τυπτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.