Δάμαλις καὶ βοῦς.
Ὤ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν.
Ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα.
Ἐπεὶ δ᾽ ἑορτὴ κατείληφεν, αὐτίκα
ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας·
ἡ δὲ δάμαλις κρατηθεῖσ᾽ ἐδεσμεύθη
καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι
εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι.
Οἱ βοῦς δ᾽ ὡς εἶδον ταύτην ἀφελκομένην
ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐβόων·
Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα·
ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει
μάχαιρα, φημί, καὶ καταθύσει πάλιν.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.